Ιεροραφείον Μαρίας Θεράποντος

Ιεροραφείον Μαρίας Θεράποντος Το Ιεροραφείον Μαρίας Θεράποντος δραστηριοποιείται σ?

30/07/2025

Έτη πολλά στο σεβαστό μας ποιμενάρχη Πανιερώτατο Μητροπολίτη Κιτίου κ.κ. Νεκτάριο επί τη ευκαιρία συμπλήρωσης 6 ετών από την ημέρα εκλογής του στο θρόνο της τοπικής μας εκκλησίας. Άξιος!

14/09/2024

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων· Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ· καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

06/08/2024

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχάς ἡμῶν.

30/04/2024

Τὸν Νυμφίον ἀδελφοὶ ἀγαπήσωμεν, τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν, ἐν ἀρεταῖς ἐκλάμποντες καὶ πίστει ὀρθῇ, ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι, ἕτοιμοι εἰσέλθωμεν, σὺν αὐτῷ εἰς τοὺς γάμους· ὁ γὰρ Νυμφίος δῶρον ὡς Θεός, πᾶσι παρέχει τὸν ἄφθαρτον στέφανον.

25/03/2024

Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη· Χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένη, τὸν πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

27/02/2024

Ἀξίως ὑμνοῦμέν σε ὡς ἀσκητῶν καλλονήν, τοῦ Ἄθωνος σέμνωμα καὶ θησαυρὸν τιμαλφῆ, Ἐφραίμ, θείας πίστεως, γέρας Κατουνακίων, μονοτρόπων ἀλεῖπτα, ἄριστε κατευθῦντορ πρὸς ὁδοὺς σωτηρίας ψυχῶν καὶ πρεσβευτὰ πρὸς Θεὸν πάντων θερμότατε.

06/01/2024

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

03/01/2024

Ἐτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι, μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Address

Larnaca
6050

Opening Hours

Monday 09:00 - 13:00
15:00 - 19:00
Tuesday 09:00 - 13:00
15:00 - 19:00
Wednesday 09:00 - 13:00
15:00 - 19:00
Thursday 09:00 - 13:00
15:00 - 19:00
Friday 09:00 - 13:00

Telephone

+35724655839

Website

Alerts

Be the first to know and let us send you an email when Ιεροραφείον Μαρίας Θεράποντος posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ιεροραφείον Μαρίας Θεράποντος:

Shortcuts

Share

Category